Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.49 Dem. 36.52 (English) >>Dem. 36.55

36.51ὅς, Ζεῦ καὶ θεοί, τοσούτῳ τοῦτον ἡγεῖτο σοῦ πλείονος ἄξιον εἶναι καὶ σοὶ καὶ ἑαυτῷ καὶ τοῖς ὑμετέροις πράγμασιν ὥστʼ ἀνδρὸς ὄντος σοῦ τοῦτον, οὐ σὲ τῶν ἡμίσεων κατέλιπεν ἐπίτροπον καὶ τὴν γυναῖκʼ ἔδωκεν καὶ ζῶν αὐτὸν ἐτίμα, δικαίως, ἄνδρες Ἀθηναῖοι· οἱ μὲν γὰρ ἄλλοι τραπεζῖται μίσθωσιν οὐ φέροντες, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐργαζόμενοι, πάντες ἀπώλοντο, οὗτος δὲ μίσθωσιν φέρων δύο τάλαντα καὶ τετταράκοντα μνᾶς ὑμῖν ἔσῳσε τὴν τράπεζαν. 36.52ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δʼ οὐδένα ποιεῖ λόγον, ἀλλʼ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπʼ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις. βέλτιστʼ, εἰ οἷόν τε σὲ τοῦτʼ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθʼ, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν; σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτʼ εἰληφότι πάντʼ ἀπόλωλεν, ὡς φής· εἰ δʼ ἦσθʼ ἐπιεικής, οὐκ ἄν ποτʼ αὔτʼ ἀνήλωσας.

36.53ἀλλʼ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, διʼ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο. τί γάρ; ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς; ἀλλʼ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ. ἀλλʼ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον; καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ; οὐχὶ Τιμομάχου κατηγόρεις; οὐχὶ Καλλίππου τοῦ νῦν ὄντος ἐν Σικελίᾳ; οὐ πάλιν Μένωνος; οὐκ Αὐτοκλέους; οὐ Τιμοθέου; οὐκ ἄλλων πολλῶν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.49 Dem. 36.52 (English) >>Dem. 36.55

Powered by PhiloLogic